NEW: Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΚΥΡΙΑΚΗΣ ΤΗΣ ΣΑΜΑΡΕΙΤΙΔΟΣ (Πραξ.11,19-30) – Ο ΙΕΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΓΙΑ ΤΗΝ ΑΠΟΣΤΟΛΗ ΤΟΥ ΠΑΥΛΟΥ ΚΑΙ ΤΟΥ ΒΑΡΝΑΒΑ ΣΤΗΝ ΑΝΤΙΟΧΕΙΑ
Μαι 9th, 2026 |
Filed under: ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ
Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΚΥΡΙΑΚΗΣ ΤΗΣ ΣΑΜΑΡΕΙΤΙΔΟΣ
Πράξεις των Αποστόλων, κεφ.ΙΑ΄, εδάφια 19-30
19 Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ ᾿Αντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον ᾿Ιουδαίοις. 20 ῏Ησαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες εἰσελθόντες εἰς ᾿Αντιόχειαν ἐλάλουν πρὸς τοὺς ῾Ελληνιστάς, εὐαγγελιζόμενοι τὸν Κύριον ᾿Ιησοῦν. 21 Καὶ ἦν χεὶρ Κυρίου μετ᾿ αὐτῶν, πολύς τε ἀριθμὸς πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν Κύριον. 22 ᾿Ηκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς ἐν ῾Ιεροσολύμοις περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν Βαρνάβαν διελθεῖν ἕως ᾿Αντιοχείας·23 ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τοῦ Θεοῦ ἐχάρη, καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ Κυρίῳ, 24 ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος ῾Αγίου καὶ πίστεως καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ. 25 Ἐξῆλθε δὲ εἰς Ταρσὸν ὁ Βαρνάβας ἀναζητῆσαι Σαῦλον, καὶ εὑρὼν αὐτὸν ἤγαγεν αὐτὸν εἰς ᾿Αντιόχειαν.26 Ἐγένετο δὲ αὐτοὺς ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρῶτον ἐν ᾿Αντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.27 ᾿Εν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ ῾Ιεροσολύμων προφῆται εἰς ᾿Αντιόχειαν·28 ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι ῎Αγαβος ἐσήμανε διὰ τοῦ Πνεύματος λιμὸν μέγαν μέλλειν ἔσεσθαι ἐφ᾿ ὅλην τὴν οἰκουμένην· ὅστις καὶ ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος. 29Τῶν δὲ μαθητῶν καθὼς ηὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ ᾿Ιουδαίᾳ ἀδελφοῖς· 30 ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου.
Be the first! 









