Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΜΕΣΟΠΕΝΤΗΚΟΣΤΗΣ (Ιω. 7,37-52 & 8, 12) & ΕΡΜΗΝΕΙΑ ΑΠΟ ΤΟΝ ΙΕΡΟ ΧΡΥΣΟΣΤΟΜΟ



Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΜΕΣΟΠΕΝΤΗΚΟΣΤΗΣ
Κατά Ιωάννην, κεφ. Ζ’, εδάφια 37-52 και κεφ. Η΄, εδάφιο 12
37 ᾿Εν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ ᾿Ιησοῦς καὶ ἔκραξε λέγων· ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. 38 ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ρεύσουσιν ὕδατος ζῶντος. 39 Τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα ῞Αγιον, ὅτι ᾿Ιησοῦς οὐδέπω ἐδοξάσθη.
40 Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον ἔλεγον· οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· 41 ἄλλοι ἔλεγον· οὗτός ἐστιν ὁ Χριστός· ἄλλοι ἔλεγον· μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; 42 Οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυῒδ καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης, ὅπου ἦν Δαυῒδ, ὁ Χριστὸς ἔρχεται; 43 Σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι’ αὐτόν. 44 Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ’ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὰς χεῖρας.
45 ῏Ηλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· διατί οὐκ ἠγάγετε αὐτόν; 46 Ἀπεκρίθησαν οἱ ὑπηρέται· οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος. 47 Ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· μὴ καὶ ὑμεῖς πεπλάνησθε; 48 Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων; 49 Ἀλλ’ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπικατάρατοί εἰσι! 50 Λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτόν, εἷς ὢν ἐξ αὐτῶν· 51 μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ’ αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ; 52 Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; Ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται.
Κεφ.Η΄ 12 Πάλιν οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς ἐλάλησε λέγων· ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς.
YΠΟΜΝΗΜΑΤΙΣΜΟΣ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΕΡΙΚΟΠΗΣ
ΑΠΟ ΤΟΝ ΙΕΡΟ ΧΡΥΣΟΣΤΟΜΟ
«Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξε λέγων· ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος (: Κατά την τελευταία και επισημότερη από τις άλλες ημέρες της εορτής[της Σκηνοπηγίας] στάθηκε όρθιος ο Ιησούς και με δυνατή φωνή είπε: ‘’Εάν κανείς αισθάνεται πόθο και δίψα, όχι για αγαθά υλικά και φθαρτά, αλλά για πνευματικά και αιώνια, για την εσωτερική γαλήνη και τη μακαριότητα της θείας ζωής, ας έλθει κοντά Μου μέσω της πίστεως και ας πίνει την αλήθεια που προσφέρω, για να ικανοποιηθούν έτσι οι πλέον μύχιοι και ευγενείς πόθοι του. Read more »