Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΙΑ ΛΟΥΚΑ (Κολ.3,4-15) & ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΑΠΟΣΤΟΛΙΚΗΣ ΠΕΡΙΚΟΠΗΣ ΑΠΟ ΤΟΝ ΙΕΡΟ ΧΡΥΣΟΣΤΟΜΟ
Posted by: Επίσκοπος on
Δεκ 15th, 2023 |
Filed under: ΑΠΟΣΤΟΛΟΣ, ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ
Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΙΑ΄ΛΟΥΚΑ
Προς Κολοσσαείς, κεφάλαιο Γ΄, εδάφια 4-15
4 Ὃταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. 5 Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρία, 6 δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, 7 ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς· 8νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· 9 μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ 10 καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν, 11 ὅπου οὐκ ἔνι ῞Ελλην καὶ ᾿Ιουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.
12᾿Ενδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πρᾳότητα, μακροθυμίαν, 13 ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο ὑμῖν, οὕτω καὶ ὑμεῖς· 14 ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην, ἥτις ἐστὶ σύνδεσμος τῆς τελειότητος. 15 Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε. Read more »


Be the first! 






