Ο ΥΜΝΟΣ ΤΗΣ ΑΓΑΠΗΣ (Α προς Κορινθιους,13,1-8) & ΕΡΜΗΝΕΙΑ ΑΠΟ ΤΟΝ ΑΓΙΟ ΙΩΑΝΝΗ ΤΟΝ ΧΡΥΣΟΣΤΟΜΟ
Posted by: Επίσκοπος on
Ιούλ 2nd, 2025 |
Filed under: ΛΟΓΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ
Ο ΥΜΝΟΣ ΤΗΣ ΑΓΑΠΗΣ
Α΄ προς Κορινθίους, κεφ. ΙΓ΄, εδάφια 1-8
1 Ἐάν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. 2 Καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. 3 Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. 4 ῾Η ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, 5 οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, 6 οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· 7 πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. 8 Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει.


Be the first! 







