ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ[:Ματθ. 1,1-25]
1 Βίβλος γενέ
σεως ᾿Ιησοῦ Χριστοῦ, υἱοῦ Δαυῒδ, υἱοῦ ᾿Αβραάμ. 2 ᾿Αβραὰμ ἐγέννησε τὸν ᾿Ισαάκ, ᾿Ισαὰκ δὲ ἐγέννησε τὸν ᾿Ιακώβ, ᾿Ιακὼβ δὲ ἐγέννησε τὸν ᾿Ιούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, 3 ᾿Ιούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησε τὸν ᾿Εσρώμ, ᾿Εσρὼμ δὲ ἐγέννησε τὸν ᾿Αράμ, 4 ᾿Αρὰμ δὲ ἐγέννησε τὸν ᾿Αμιναδάβ, ᾿Αμιναδὰβ δὲ ἐγέννησε τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμών, 5 Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ ἐκ τῆς Ραχάβ, Βοὸζ δὲ ἐγέννησε τὸν ᾿Ωβὴδ ἐκ τῆς Ρούθ, ᾿Ωβὴδ δὲ ἐγέννησε τὸν ᾿Ιεσσαί, 6 ᾿Ιεσσαὶ δὲ ἐγέννησε τὸν Δαυῒδ τὸν βασιλέα. Δαυῒδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου, 7 Σολομὼν δὲ ἐγέννησε τὸν Ροβοάμ, Ροβοὰμ δὲ ἐγέννησε τὸν ᾿Αβιά, ᾿Αβιὰ δὲ ἐγέννησε τὸν ᾿Ασά, 8 ᾿Ασὰ δὲ ἐγέννησε τὸν ᾿Ιωσαφάτ, ᾿Ιωσαφὰτ δὲ ἐγέννησε τὸν ᾿Ιωράμ, ᾿Ιωρὰμ δὲ ἐγέννησε τὸν ᾿Οζίαν, 9 ᾿Οζίας δὲ ἐγέννησε τὸν ᾿Ιωάθαμ, ᾿Ιωάθαμ δὲ ἐγέννησε τὸν ῎Αχαζ, ῎Αχαζ δὲ ἐγέννησε τὸν ᾿Εζεκίαν, 10 ᾿Εζεκίας δὲ ἐγέννησε τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησε τὸν ᾿Αμών, ᾿Αμὼν δὲ ἐγέννησε τὸν ᾿Ιωσίαν, 11 ᾿Ιωσίας δὲ ἐγέννησε τὸν ᾿Ιεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος.
12Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος ᾿Ιεχονίας ἐγέννησε τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ,13Ζοροβάβελ δὲ ἐγέννησε τὸν ᾿Αβιούδ, ᾿Αβιοὺδ δὲ ἐγέννησε τὸν ᾿Ελιακείμ, ᾿Ελιακεὶμ δὲ ἐγέννησε τὸν ᾿Αζώρ, 14᾿Αζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησε τὸν ᾿Αχείμ, ᾿Αχεὶμ δὲ ἐγέννησε τὸν ᾿Ελιούδ, 15 ᾿Ελιοὺδ δὲ ἐγέννησε τὸν ᾿Ελεάζαρ, ᾿Ελεάζαρ δὲ ἐγέννησε τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησε τὸν ᾿Ιακώβ, 16᾿Ιακὼβ δὲ ἐγέννησε τὸν ᾿Ιωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη ᾿Ιησοῦς ὁ λεγόμενος Χριστός.17Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ ᾿Αβραάμ ἕως Δαυῒδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρε
Υπομνηματισμος των εδαφιων Ματθ.1,1-25
Από τον άγιο Ιωάννη, αρχιεπίσκοπο Κωνσταντινουπόλεως, τον Χρυσόστομο
Aς εγερθούμε και ας μην κοιμόμαστε πλέον, διότι βλέπω τις πύλες να ανοίγονται για χάρη μας. Όμως ας εισέλθουμε με μεγάλη τάξη και φόβο, αμέσως μόλις πατήσουμε τα πρόθυρα της πόλεως. Ποια είναι αυτά τα πρόθυρα; «Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυΐδ, υἱοῦ Ἀβραάμ(:κατάλογος γενεαλογικός του Ιησού Χριστού, του υιού του Δαυίδ, του υιού του Αβραάμ)»[Ματθ.1,1]. Read more »