Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ Α ΛΟΥΚΑ (Λουκα 5,1-11) – Ο ΙΕΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΓΙΑ ΤΗΝ ΚΛΗΣΗ ΤΩΝ ΠΡΩΤΩΝ ΜΑΘΗΤΩΝ


Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ Α΄ΛΟΥΚΑ
Κατά Λουκάν, κεφάλαιο Ε΄, εδάφια 1-11
1 Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ τοῦ ἀκούειν τὸν λόγον τοῦ Θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρέτ, 2 καὶ εἶδε δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ᾿ αὐτῶν ἀπέπλυναν τὰ δίκτυα. 3 Ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον· καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους. 4 Ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα· ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. 5 Καὶ ἀποκριθεὶς ὁ Σίμων εἶπεν αὐτῷ· ἐπιστάτα, δι᾿ ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὸ δίκτυον. 6 Καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διερρήγνυτο δὲ τὸ δίκτυον αὐτῶν. 7 Καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά. 8 Ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασιν ᾿Ιησοῦ λέγων· ἔξελθε ἀπ᾿ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε· 9 θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ συνέλαβον, 10 ὁμοίως δὲ καὶ ᾿Ιάκωβον καὶ ᾿Ιωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. Καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ ᾿Ιησοῦς· μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. 11 Καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα ἠκολούθησαν αὐτῷ.
Ο ΙΕΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΓΙΑ ΤΗΝ ΚΛΗΣΗ ΤΩΝ ΠΡΩΤΩΝ ΜΑΘΗΤΩΝ
«Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφόν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς.καὶ λέγει αὐτοῖς· δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ(:Και ενώ περπατούσε κοντά στη θάλασσα της Γαλιλαίας, είδε δυο αδελφούς, τον Σίμωνα, τον οποίο κατόπιν ονόμασε Πέτρο, και τον Ανδρέα τον αδελφό του, οι οποίοι έριχναν δίχτυα στη θάλασσα, διότι ήταν ψαράδες. Και τους λέει: ‘’Ακολουθήστε με, και θα σας κάνω ικανούς να ψαρεύετε αντί για ψάρια ανθρώπους. Αυτούς θα ελκύετε στη βασιλεία των ουρανών με τα πνευματικά δίχτυα του κηρύγματος’’. Και αυτοί αμέσως άφησαν τα δίχτυά τους και Τον ακολούθησαν)»[Ματθ.4,18-20]. Read more »